Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.27.1 | Hdt. 9.27.5 (English) | >>Hdt. 9.28.2 |
9.27.3 τοῦτο δὲ Ἀργείους τοὺς μετὰ Πολυνείκεος ἐπὶ Θήβας ἐλάσαντας , τελευτήσαντας τὸν αἰῶνα καὶ ἀτάφους κειμένους , στρατευσάμενοι ἐπὶ τοὺς Καδμείους ἀνελέσθαι τε τοὺς νεκροὺς φαμὲν καὶ θάψαι τῆς ἡμετέρης ἐν Ἐλευσῖνι .
9.27.4 ἔστι δὲ ἡμῖν ἔργον εὖ ἔχον καὶ ἐς Ἀμαζονίδας τὰς ἀπὸ Θερμώδοντος ποταμοῦ ἐσβαλούσας κοτὲ ἐς γῆν τὴν Ἀττικήν , καὶ ἐν τοῖσι Τρωικοῖσι πόνοισι οὐδαμῶν ἐλειπόμεθα . ἀλλʼ οὐ γάρ τι προέχει τούτων ἐπιμεμνῆσθαι · καὶ γὰρ ἂν χρηστοὶ τότε ἐόντες ὡυτοὶ νῦν ἂν εἶεν φλαυρότεροι , καὶ τότε ἐόντες φλαῦροι νῦν ἂν εἶεν ἀμείνονες .
9.27.5 παλαιῶν μέν νυν ἔργων ἅλις ἔστω · ἡμῖν δὲ εἰ μηδὲν ἄλλο ἐστὶ ἀποδεδεγμένον , ὥσπερ ἐστὶ πολλά τε καὶ εὖ ἔχοντα εἰ τεοῖσι καὶ ἄλλοισι Ἑλλήνων , ἀλλὰ καὶ ἀπὸ τοῦ ἐν Μαραθῶνι ἔργου ἄξιοι εἰμὲν τοῦτο τὸ γέρας ἔχειν καὶ ἄλλα πρὸς τούτῳ , οἵτινες μοῦνοι Ἑλλήνων δὴ μουνομαχήσαντες τῷ Πέρσῃ καὶ ἔργῳ τοσούτῳ ἐπιχειρήσαντες περιεγενόμεθα καὶ ἐνικήσαμεν ἔθνεα ἕξ τε καὶ τεσσεράκοντα .
9.27.6 ἆρʼ οὐ δίκαιοι εἰμὲν ἔχειν ταύτην τὴν τάξιν ἀπὸ τούτου μούνου τοῦ ἔργου ; ἀλλʼ οὐ γὰρ ἐν τῷ τοιῷδε τάξιος εἵνεκα στασιάζειν πρέπει , ἄρτιοι εἰμὲν πείθεσθαι ὑμῖν ὦ Λακεδαιμόνιοι , ἵνα δοκέει ἐπιτηδεότατον ἡμέας εἶναι ἑστάναι καὶ κατʼ οὕστινας · πάντῃ γὰρ τεταγμένοι πειρησόμεθα εἶναι χρηστοί . ἐξηγέεσθε δὲ ὡς πεισομένων .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.27.1 | Hdt. 9.27.5 (English) | >>Hdt. 9.28.2 |